Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.313 Joseph. AJ 2.317 (English) >>Joseph. AJ 2.321

2.315

Καὶ οἱ μὲν ἐξῄεσαν κλαιόντων καὶ μετανοούντων ὅτι χρήσαιντο χαλεπῶς αὐτοῖς τῶν Αἰγυπτίων, τὴν δὲ πορείαν ἐποιοῦντο κατὰ Λητοῦς πόλιν ἔρημον οὖσαν ἐν τοῖς τότε· Βαβυλὼν γὰρ ὕστερον ἐκεῖ κτίζεται Καμβύσου καταστρεφομένου τὴν Αἴγυπτον. συντόμως δὲ ποιούμενοι τὴν ἄφοδον εἰς Βεελσεφῶντα χωρίον τριταῖοι παραγίνονται τῆς Ἐρυθρᾶς θαλάσσης. 2.316μηδενὸς δὲ τῶν ἀπὸ τῆς γῆς εὐποροῦντες διὰ τὴν ἐρημίαν πεφυραμένοις τοῖς ἀλεύροις καὶ πεπηγόσι μόνον ὑπὸ βραχείας θερμότητος τοῖς ἀπʼ αὐτῶν ἄρτοις διετρέφοντο, καὶ τούτοις ἐπὶ τριάκονθʼ ἡμέρας ἐχρήσαντο· πρὸς πλείονα γὰρ οὐκ ἐξήρκεσε χρόνον αὐτοῖς ὅσα ἐκ τῆς Αἰγύπτου ἐπεφέροντο καὶ ταῦτα τὴν τροφὴν ταμιευομένοις καὶ πρὸς ἀνάγκην ἀλλὰ μὴ πρὸς κόρον αὐτῇ χρωμένοις· 2.317ὅθεν εἰς μνήμην τῆς τότε ἐνδείας ἑορτὴν ἄγομεν ἐφʼ ἡμέρας ὀκτὼ τὴν τῶν ἀζύμων λεγομένην. τὸ μὲν οὖν πᾶν πλῆθος τῶν μετανισταμένων γυναιξὶν ἅμα καὶ τέκνοις σκοποῦσιν οὐκ εὐαρίθμητον ἦν, οἱ δὲ στρατεύσιμον ἔχοντες τὴν ἡλικίαν περὶ ἑξήκοντα μυριάδες ἦσαν. 2.318

Κατέλιπον δὲ τὴν Αἴγυπτον μηνὶ Ξανθικῷ πεντεκαιδεκάτῃ κατὰ σελήνην μετὰ ἔτη τριάκοντα καὶ τετρακόσια τὸν πρόγονον ἡμῶν Ἅβραμον εἰς τὴν Χαναναίαν ἐλθεῖν, τῆς δὲ Ἰακώβου μεταναστάσεως εἰς τὴν Αἴγυπτον γενομένης διακοσίοις πρὸς τοῖς δεκαπέντε ἐνιαυτοῖς ὕστερον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.313 Joseph. AJ 2.317 (English) >>Joseph. AJ 2.321

Powered by PhiloLogic